Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.186 Joseph. AJ 3.190 (English) >>Joseph. AJ 3.194

3.188

Ὡς δὲ τὸ προειρημένον πέρας εἶχε, τῶν ἀναθημάτων μήπω καθιερωμένων ἐπιστὰς θεὸς Μωυσεῖ τὴν ἱερωσύνην Ἀαρῶνι τἀδελφῷ προσέταξε δοῦναι ὡς ἁπάντων διʼ ἀρετὴν τῆς τιμῆς δικαιοτέρῳ τυχεῖν. καὶ συναγαγὼν εἰς ἐκκλησίαν τὸ πλῆθος τήν τε ἀρετὴν αὐτοῦ καὶ τὴν εὔνοιαν διεξῄει καὶ τοὺς κινδύνους οὓς ὑπομείνειεν ὑπὲρ αὐτῶν. 3.189μαρτυρούντων δʼ ἐφʼ ἅπασιν αὐτῷ καὶ τὸ περὶ αὐτὸν πρόθυμον ἐνδεικνυμένων, “ἄνδρες, εἶπεν, Ἰσραηλῖται, τὸ μὲν ἔργον ἤδη τέλος ἔχει οἷον αὐτῷ τε τῷ θεῷ ἥδιστον ἦν καὶ δυνατὸν ἡμῖν, ἐπεὶ δὲ δεῖ τοῦτον τῇ σκηνῇ καταδέχεσθαι, δεῖ πρῶτον ἡμῖν τοῦ ἱερατευσομένου καὶ ὑπηρετήσοντος ταῖς θυσίαις καὶ ταῖς ὑπὲρ ἡμῶν εὐχαῖς. 3.190καὶ ἔγωγε ταύτης ἐμοὶ τῆς σκέψεως ἐπιτραπείσης ἐμαυτὸν ἂν τῆς τιμῆς ἄξιον ἔκρινα διά τε τὸ φύσει πάντας εἶναι φιλαύτους, καὶ ὅτι πολλὰ ἐμαυτῷ καμόντι περὶ σωτηρίας τῆς ὑμετέρας σύνοιδα· νῦν δʼ αὐτὸς θεὸς Ἀαρῶνα τῆς τιμῆς ἄξιον ἔκρινε καὶ τοῦτον ᾕρηται ἱερέα, τὸν δικαιότερον ἡμῶν μᾶλλον εἰδώς, 3.191ὡς οὗτος ἐνδύσεται στολὴν τῷ θεῷ καθωσιωμένην καὶ βωμῶν ἐπιμέλειαν ἕξει καὶ πρόνοιαν ἱερείων καὶ τὰς ὑπὲρ ἡμῶν εὐχὰς ποιήσεται πρὸς τὸν θεὸν ἡδέως ἀκουσόμενον, ὅτι τε κήδεται γένους τοῦ ἡμετέρου καὶ παρʼ ἀνδρὸς ὃν αὐτὸς ἐπελέξατο



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 3.186 Joseph. AJ 3.190 (English) >>Joseph. AJ 3.194

Powered by PhiloLogic